Παρασκευή, 18 Απριλίου 2014

Δός μοι τοῦτον τόν ξένον



Τον ήλιον κρύψαντα τας ιδίας ακτίνας
και το καταπέτασμα του ναού διαρραγέν
τω του Σωτήρος θανάτω, ο Ιωσήφ θεασάμενος
προσήλθε των Πιλάτω και καθικετεύει λέγων:

Δός μοι τούτον τον ξένον,
Τον εκ βρέφους ως ξένον ξενωθέντα εν κόσμω.

Δος μοι τούτον τον ξένον,
ον ομόφυλοι, μισούντες θανατούσιν ως ξένον.

Δος μοι τούτον τον ξένον,
ον ξενίζομαι βλέπειν του θανάτου τον ξένον.

Δος μοι τούτον τον ξένον,
όστις οίδε ξενίζειν τους πτωχούς και τους ξένους.

Δος μοι τούτον τον ξένον,
Ον Εβραίοι τω φθόνω απεξένωσαν κόσμω.

Δος μοι τούτον τον ξένον,
ίνα κρύψω εν τάφω, ος ως ξένος ουκ έχει την κεφαλήν πού κλίνη.

Δος μοι τούτον τον ξένον,
ον η μήτηρ ορώσα νεκρωθέντα εβόα:

Ω Υιέ και Θεέ μου, ει και τα σπλάχνα τριτρώσκομαι
και καρδίαν σπαράττομαι νεκρόν σε καθορώσα
αλλά τη ση αναστάσει θαρρούσα μεγαλύνω.

Και τούτοις τοις λόγοις δυσωπών τον Πιλάτον
ο ευσχήμων λαμβάνει του Σωτήρος το σώμα,
ο και φόβω εν σινδόνι ενειλήσας και σμύρνη,
κατέθετο εν τάφω τον παρέχοντα πάσι
ζωήν αιώνοιν και το μέγα έλεος.

(ἀπό τά λόγια τῆς Μεγάλης Παρασκευῆς)